δέω

Validation

Yes

Word-form

δέμας

Transliteration (Word)

demas

English translation (word)

bodily frame

Transliteration (Etymon)

deō

English translation (etymon)

to bind

Author

Plutarch

Century

1-2 AD

Reference

fr. 177, l. 32-33

Edition

F.H. Sandbach, Plutarchi moralia, vol. 7, Leipzig, 1967

Source

Stobaeus

Ref.

Anthologium 4, 52b, 48

Ed.

T. Gaisford, Joannis Stobaei Florilegium, 1823

Quotation

τοῦτο γὰρ δέμας ὀνομάζουσιν, ὡς δεδεμένης ὑπ’ αὐτοῦ τῆς ψυχῆς ἐνταῦθα παρὰ φύσιν

Translation (En)

This is called demas "bodily frame", because the soul is bound (dedemenès) here through it, despite its nature

Comment

This recurring etymology relies on paronymy. In that case, it starts from the perfect participle dedemenos "bound" which displays the sequence [dem], although the [m] here belongs to the participle suffix and not to the root. The word demas is thus the phonetic materialisation of the idea that the soul is bound to the body. That echoes the old Homeric formula τοῦ δ’ αὖθι λύθη ψυχή τε μένος τε (Il. 5.296) as if the soul were "unbound" (λύθη) from the body (see Photius under Parallels). The etymology is attributed to Plato by late sources, although there is no such etymology in Plato's dialogues: however, since the etymology of the parallel σῶμα "body" by σῆμα is indeed given in Plato, the body being the tomb of the soul, some also attributed to him the etymology of δέμας by the "binding" of the soul to the body, which is in agreement with Plato's teaching and was the standard etymology in Antiquity

Parallels

D Schol. Il. 1.115 (δέμας δὲ ὁ Ποιητὴς τὸ ἔμψυχον εἴωθε λέγειν. παρὰ τὸ, δεδέσθαι καὶ συνεστηκέναι); Flavius Justinianus imperator, Epistula ad synodum de Origene p. 124 (ed. Amelotti - Zingale, Milano 1977) (ὅθεν ὁ Πλάτων δέμας τὸ σῶμα καὶ σῆμα κέκληκεν, ὡς ἐν τούτῳ τῆς ψυχῆς οἱονεὶ δεδεμένης καὶ τεθαμμένης); Georgius Monachus, Chronicon, de Boor p. 632 (idem); Georgius Cedrenus, Compendium historiarum vol. 1, 662 (idem); Epiphanius, Panarion [éd. K. Holl., vol. 2. p. 411] (καὶ δέμας κέκληται τὸ σῶμα, διὰ τὸ δεδέσθαι τὴν ψυχὴν ἐν τῷ σώματι); Gregorius Naz., Carmina quae spectant ad alios, MPG 37, 1525, 12-13 (Οὐ γὰρ ἐμοί τι νέμων, δήσας ψυχήν τε δέμας τε, / Κύδεος ἱμείρων δὲ παρήγαγες, ὥσπερ ἅπαντα); Photius, Lexicon, sigma 563, l. 19-21 (Σῶμα : πᾶν τὸ τεθνηκός· τὸ δὲ τοῦ ζῶντος δέμας λέγεται· διὰ τὸ συνδεδέσθαι τῆι ψυχῆι, ὡς εἶπεν Ὅμηρος); Συναγωγὴ λἐξεων χρησίμων, sigma 443 (ed. Cunningham, SGLG 10, Berlin 2003) (idem); Epimerismi homerici in Iliadem 1.115 (δέμας: ἀπὸ τοῦ διδῶ διδεῖς διδεῖ· δίδημι, ὁ παθητικὸς παρακείμενος δέδεμαι, ἐξ αὐτοῦ δέμας. τὸ γὰρ σῶμα δεσμός ἐστι τῆς ψυχῆς. δεσμός δὲ ἀπὸ τοῦ δέω βαρυτόνου ἢ ἀπὸ τοῦ δεῶ περισπωμένου. | δεῖ δὲ γινώσκειν ὅτι ὁ ποιητὴς δέ⸤μας εἴωθε⸥ λέγειν τὸ ἔμψυχον σῶμα, παρὰ τὸ δεδέσθαι τὴν ψυχὴν ἐν αὐτῷ καὶ συνεστηκέναι, σῶμα δὲ τὸ ἄψυχον, ⸤ἐπεὶ σῆμά⸥ ἐστι, τουτέστι τάφος, τοῦ ποτὲ ζῶντος); Etym. Gudianum, delta, p. 344 (idem); ibid., p. 345 (Δέμας· παρὰ τὸ δέμα εἶναι τῆς ψυχῆς· καλεῖται κυρίως τὸ σῶμα τὸ ζῶν. σῶμα δὲ τὸ νεκρόν); Etym. Gudianum Additamenta p. 345 (Δέμας· λέγεται οἱονεὶ δεσμὸς τῆς ψυχῆς, ἢ παρὰ τὸ δεδέσθαι ἐν ⟦αὐ⟧τῷ τὰ μέλη); Etym. Magnum, Kallierges p. 255 (Δέμας: τὸ σῶμα· παρὰ τὸ δέω, τὸ δεσμεύω· τῇ γὰρ ψυχῆ συνδέδεται τὸ σῶμα· ἢ ἀπὸ τοῦ διδῶ διδεῖς, δίδημι· ὁ παθητικὸς παρακείμενος, δέδεμαι, ἐξ αὐτοῦ δέμας· τὸ γὰρ σῶμα δεσμός ἐστι τῆς ψυχῆς. Ἢ παρὰ τὸ δεμῶ, τὸ οἰκοδομῶ, δέμας· περιδόμημα γὰρ ἐστὶ τῆς ψυχῆς καὶ οἰκητήριον); Etym. Symeonis, delta 121 (Δέμας· τὸ σῶμα· παρὰ τὸ δέω τὸ δεσμεύω, τῇ γὰρ ψυχῇ συνδέδεται τὸ σῶμα. Ἢ παρὰ τὸ δεμῶ δέμας· περιδόμημα γάρ ἐστιν τῆς ψυχῆς τὸ σῶμα καὶ οἰκητήριον· τὸ δὲ νεκρὸν ἀπὸ τοῦ δέεσθαι αἵματος); Tzetzes, Exegesis in Iliadem 1.115, schol. 69 (πλὴν γίνωσκε καλῶς τὰς ἐτυμολογίας αὐτῶν· καὶ δέμας μὲν τὸ ζῶν λέγων, ἐτυμολόγει παρὰ τὸ δεδέσθαι καὶ συνεστηκέναι. τὸ δὲ τεθνηκὸς λέγων δέμας πάλιν παρὰ τὸ δεδμῆσθαι καὶ δαμασθῆναι καὶ διαλυθῆναι καὶ σῶμα δὲ πάλιν τὸ ζῶν παρὰ τὸ σῶον εἶναι καὶ σώζεσθαι. τεθνηκὸς δὲ παρὰ τὸ σῆμα καὶ σημεῖον εἶναι τοῦ ποτε ζῶντος, δέμας νῦν τὸ ζῶν σῶμα); Ps.-Zonaras, Lexicon, delta, p. 483 (Δέμας. τὸ σῶμα. οἱονεὶ δεσμὸς τῆς ψυχῆς. [εἴρηται παρὰ τὸ δέμω, τὸ οἰκοδομῶ, οἱονεὶ περιδόμημα τῆς ψυχῆς] καὶ οἰκητήριον. [ἢ παρὰ τὸ δέω, τὸ δεσμεύω, δεσμὸς γὰρ τῆς ψυχῆς τὸ δέμας.]); Scholia in Batrachomyomachia 81 (δέμας] τὸ ἑαυτοῦ σῶμα. M. —ὠχρὸν δέμας: δέμας σημαίνει δύο· τὸ ζῶν καὶ τὸ τεθνηκός. καὶ τὸ μὲν ζῶν ἐτυμολογεῖται ἀπὸ τοῦ δέω τὸ δεσμῶ, τὸ συνδεδεμένον ὂν τῇ ψυχῇ. τὸ δὲ τεθνηκὸς ἀπὸ τοῦ δαμάζω, τὸ δεδαμασμένον οἷον); Geneva Scholion Il. 1.115 (δέμας τὸ σῶμα ζῶν, παρὰ τὸ συνδεδέσθαι, δέμας τὸ νεκρὸν, <παρὰ τὸ> δαμασθῆναι | δέμας] γίνεται ἀπὸ τοῦ δῶ δεῖς δεῖ, ἐξ οὗ γίνεται ῥῆμα εἰς μι δίδημι, ὁ παθητικὸς παρακείμενος δέδεμαι, καὶ ἐξ αὐτοῦ δέμας· τὸ γὰρ σῶμα δεσμός ἐστι τῆς ψυχῆς· δεῖ δὲ γινώσκειν ὅτι ὁ ποιητὴς δέμας εἴωθε καλεῖν τὸ ἔμψυχον, παρὰ τὸ δεδέσθαι τὴν ψυχὴν ἐν αὐτῷ, σῶμα δὲ τὸ ἄψυχον, ἐπεὶ σῆμά ἐστιν, ὡς τάφος τοῦ ποτὲ ζῶντος); Scholia in Lycophronem 41 (δέμας τὸ ζῶν σῶμα παρὰ τὸ δεδέσθαι καὶ συνεστηκέναι. δέμας δὲ λέγεται καὶ τὸ τεθνηκὸς παρὰ τὸ δμῶ τὸ δαμάζω τὸ δαμασθὲν καὶ λυθέν); Scholia in Oppianum, Hal. 1.576 (δέμας· σῶμα. δέμας καὶ σῶμα διαφέρει· δέμας μὲν τὸ ζῶν σῶμα παρὰ τὸ δεδεμένον εἶναι τῇ ψυχῇ); ibid., Hal. 2.319 (ἰστέον ὅτι σημειοῦνται τὸ δέμας οἱ παλαιοὶ τὸν μὲν ποιητὴν ἔμψυχον σώματος θετικὸν, ὡς συνδεδεμένον τῇ ψυχῇ καὶ δι’ αὐτῆς συνεστῶτος, τὸ δέ γε σῶμα ἐπ’ ἀψύχου, τουτέστιν ἐστερημένου τῆς ψυχῆς διὰ τὸ σῆμα. […] δεῖ δ’ εἰδέναι, ὅτι καὶ αὐτὸς ὁ ποιητὴς ἤως ὁ Ὅμηρος τὸ δέμας ἐπ’ ἀψύχου ποτὲ τίθησιν, ὡς ἐν τῷ ‘δέμας πυρός’); Scholia in Pindarum, Ol. 1.32 (Δέμας, τὸ σῶμα, παρὰ τὸ δέω, τὸ δεσμεύω· (τὸ) γὰρ σῶμα δεσμός ἐστι τῆς ψυχῆς· ἢ παρὰ τὸ δομῶ, τὸ οἰκοδομῶ· οἰκοδόμημα γάρ ἐστι τῆς ψυχῆς καὶ οἰκητήριον)

Modern etymology

Probably from root *dem- "to build" and related to δέμω "to build", δόμος "house" (Beekes, EDG)

Persistence in Modern Greek

No

Entry By

Le Feuvre